Thesauros Literature biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
20.6 ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος δαιμόνιος Bryan’s correction, adopted by Coraës and Bekker: δαίμονος. τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας,
20.7 ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι. μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
20.8 τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα ἀμύμονα MSS. and edd.: ἀκύμονα (waveless, serene), after Wyttenbach. καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος. ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme