Thesauros Literature biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
12.7 τὰ μὲν οὖν τῆς μάχης εὐτυχεῖτο καὶ καταβαλὼν ἐσκύλευσε τὸν ἄνδρα γνωρίσαντες δὲ οἱ Κελτοὶ πέμπουσιν εἰς Ῥώμην κήρυκα τοῦ Φαβίου κατηγοροῦντες ὡς ἐκσπόνδου καὶ ἀπίστου καὶ ἀκατάγγελτον ἐξενηνοχότος πρὸς αὐτοὺς πόλεμον. ἐνταῦθα τὴν μὲν σύγκλητον οἱ Φιτιαλεῖς ἔπειθον ἐκδιδόναι τὸν ἄνδρα τοῖς Κελτοῖς, καταφυγὼν δὲ ἐκεῖνος εἰς τοὺς πολλοὺς καὶ τῷ δήμῳ σπουδάζοντι χρησάμενος διεκρούσατο τὴν δίκην. μετʼ ὀλίγον δὲ ἐπελθόντες οἱ Κελτοὶ τὴν Ῥώμην πλὴν τοῦ Καπιτωλίου διεπόρθησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ Καμίλλου μᾶλλον ἀκριβοῦται.
13.1 τοὺς δὲ Σαλίους ἱερεῖς ἐκ τοιαύτης λέγεται συστήσασθαι προφάσεως. ἔτος ὄγδοον αὐτοῦ βασιλεύοντος λοιμώδης νόσος περιϊοῦσα τὴν Ἰταλίαν ἐστρόβησε καὶ τὴν Ῥώμην. ἀθυμούντων δὲ τῶν ἀνθρώπων ἱστορεῖται χαλκῆν πέλτην ἐξ οὐρανοῦ καταφερομένην εἰς τὰς Νομᾶ πεσεῖν χεῖρας. ἐπὶ δὲ αὐτῇ θαυμάσιόν τινα λόγον λέγεσθαι ὑπὸ τοῦ βασιλέως, ὃν Ἠγερίας τε καὶ τῶν Μουσῶν πυθέσθαι.
13.2 τὸ μὲν γάρ ὅπλον ἥκειν ἐπὶ σωτηρίᾳ τῆς πόλεως, καὶ δεῖν αὐτὸ φρουρεῖσθαι γενομένων ἄλλων ἕνδεκα καὶ σχῆμα καὶ μέγεθος καὶ μορφὴν ἐκείνῳ παραπλησίων, ὅπως ἄπορον εἴη τῷ κλέπτῃ διʼ ὁμοιότητα τοῦ διοπετοῦς ἐπιτυχεῖν ἔτι δὲ χρῆναι Μούσαις καθιερῶσαι τὸ χωρίον ἐκεῖνο καὶ τοὺς περὶ αὐτὸ λειμῶνας, ὅπου τὰ πολλὰ φοιτῶσαι συνδιατρίβουσιν αὐτῷ. τὴν δὲ πηγὴν ἣ κατάρδει τὸ χωρίον, ὕδωρ ἱερὸν ἀποδεῖξαι ταῖς Ἑστιάσι παρθένοις, ὅπως λαμβάνουσαι καθʼ ἡμέραν ἁγνίζωσι καὶ ῥαίνωσι τὸ ἀνάκτορον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme