Thesauros Literature biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
12.4 καὶ γὰρ εἰρήνην Γ? Ἕλληνες καλοῦσιν ὅταν λόγῳ, μὴ βίᾳ, πρὸς ἀλλήλους χρώμενοι λύσωσι τὰς διαφοράς, οἱ δὲ Ῥωμαίων Φιτιαλεῖς πολλάκις μὲν ἐβάδιζον ὡς τοὺς ἀδικοῦντας αὐτοὶ πείθοντες εὐγνωμονεῖν· ἀγνωμονούντων δὲ μαρτυράμενοι θεούς, καὶ κατευξάμενοι πολλὰ καὶ δεινὰ καθʼ αὑτῶν αὐτοὶ καὶ τῆς πατρίδος εἰ μὴ δικαίως ἐπεξίασιν, οὕτω κατήγγελλον αὐτοῖς τὸν πόλεμον.
12.5 κωλυόντων δὲ τούτων ἢ μὴ συναινούντων, οὔτε στρατιώτῃ θεμιτὸν οὔτε βασιλεῖ Ῥωμαίων ὅπλα κινεῖν, ἀλλὰ παρὰ τούτων ἔδει τὴν ἀρχὴν τοῦ πολέμου δεξάμενον ὡς δικαίου τὸν ἄρχοντα, τότε σκοπεῖν περὶ τοῦ συμφέροντος, λέγεται δὲ καὶ τὸ Κελτικὸν ἐκεῖνο πάθος τῇ πόλει γενέσθαι τούτων τῶν ἱερέων παρανομηθέντων.
12.6 ἔτυχον μὲν γὰρ οἱ βάρβαροι Κλουσίνους πολιορκοῦντες· ἐπέμφθη δὲ πρεσβευτὴς Φάβιος Ἄμβουστος εἰς τὸ στρατόπεδον διαλύσεις πράξων ὑπὲρ τῶν πολιορκουμένων. λαβὼν δὲ ἀποκρίσεις οὐκ ἐπιεικεῖς καὶ πέρας σχεῖν αὑτῷ τὴν πρεσβείαν οἰόμενος, ἐνεανιεύσατο πρὸ τῶν Κλουσίνων ὅπλα λαβὼν προκαλέσασθαι τὸν ἀριστεύοντα τῶν βαρβάρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme