Thesauros Literature biography Λυκοῦργος

Λυκοῦργος

Λυκοῦργος Plutarch
30.2 ὧν ἐπικρατούντων πρότερον οὐ πόλεως ἡ Σπάρτη πολιτείαν, ἀλλʼ ἀνδρὸς ἀσκητοῦ καὶ σοφοῦ βίον ἔχουσα, μᾶλλον δʼ, ὥσπερ οἱ ποιηταὶ τὸν Ἡρακλέα μυθολογοῦσι δέρμα καὶ ξύλον ἔχοντα τὴν οἰκουμένην ἐπιπορεύεσθαι, κολάζοντα τοὺς παρανόμους καὶ θηριώδεις τυράννους, οὕτως ἡ πόλις ἀπὸ σκυτάλης μιᾶς καὶ τρίβωνος ἄρχουσα τῆς Ἑλλάδος ἑκούσης καὶ βουλομένης, κατέλυε τὰς ἀδίκους δυναστείας καὶ τυραννίδας ἐν τοῖς πολιτεύμασι, καὶ πολέμους ἐβράβευε καὶ στάσεις κατέπαυε, πολλάκις οὐδʼ ἀσπίδα κινήσασα μίαν, ἀλλʼ ἕνα πέμψασα πρεσβευτήν, ᾧ πάντες εὐθὺς ἐποίουν τὸ προστασσόμενον, ὥσπερ αἱ μέλισσαι φανέντος ἡγεμόνος, συντρέχοντες καὶ κατακοσμούμενοι. τοσοῦτον περιῆν εὐνομίας τῇ πόλει καὶ δικαιοσύνης.
30.3 ὅθεν ἔγωγε θαυμάζω τῶν λεγόντων ὡς ἄρχεσθαι μὲν ᾔδεσαν, ἄρχειν δὲ οὐκ ἠπίσταντο Λακεδαιμόνιοι, καὶ τὸν Θεοπόμπου τοῦ βασιλέως ἐπαινούντων λόγον, ὅς, εἰπόντος τινὸς σώζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς γεγονότας, μᾶλλον, εἶπε, διὰ τοὺς πολίτας πειθαρχικοὺς
30.4 ὄντας· οὐ γὰρ ἀκούειν ὑπομένουσι τῶν προστατεῖν μὴ δυναμένων, ἀλλʼ ἡ πειθαρχία μάθημα μέν ἐστιν τοῦ ἄρχοντος τοῦ ἄρχοντος with S: ἄρχοντος. ἐμποιεῖ γάρ ὁ καλῶς ἄγων τὸ καλῶς ἕπεσθαι· καὶ καθάπερ ἱππικῆς τέχνης ἀποτέλεσμα πρᾷον ἵππον καὶ πειθήνιον παρασχεῖν, οὕτω βασιλικῆς ἐπιστήμης ἔργον ἀνθρώποις εὐπείθειαν ἐνεργάσασθαι, Λακεδαιμόνιοι δὲ οὐκ εὐπείθειαν, ἀλλʼ ἐπιθυμίαν ἐνειργάζοντο τοῖς ἄλλοις τοῦ ἄρχεσθαι καὶ ὑπακούειν αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme