18.3
ἔδει δὲ τὴν ἀπόκρισιν καὶ τὴν ἀπόκρισιν καὶ Coraës, Sintenis1, and Bekker, with the MSS.: καὶ τὴν ἀπόκρισιν. μετʼ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον ὁ δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα, πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων ὁ εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει, καὶ κολάζων μὲν οὐκ ἐκωλύετο, τῶν δὲ παίδων ἀπελθόντων εὐθύνας ὑπεῖχεν, εἰ τραχύτερον τοῦ δέοντος ἐπετίμησεν ἢ τοὐναντίον ἐκλελυμένως καὶ ἀτόνως.
18.4
ἐκοινώνουν δὲ οἱ ἐρασταὶ τοῖς παισὶ τῆς δόξης ἐπʼ ἀμφότερα· καὶ λέγεταί ποτε παιδὸς ἐν τῷ μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων, οὕτω δὲ τοῦ ἐρᾶν ἐγκεκριμένου παρʼ αὐτοῖς, ὥστε καὶ τῶν παρθένων ἐρᾶν τὰς καλὰς καὶ ἀγαθὰς γυναῖκας, τὸ ἀντερᾶν οὐκ ἦν, ἀλλὰ μᾶλλον ἀρχὴν ἐποιοῦντο φιλίας πρὸς ἀλλήλους οἱ τῶν αὐτῶν ἐρασθέντες, καὶ διετέλουν κοινῇ σπουδάζοντες ὅπως ἄριστον ἀπεργάσαιντο τὸν ἐρώμενον.