6.4
τῷ δὲ τοσούτῳ χρόνῳ συμμαρτυρεῖ καὶ τὰ ἔργα. καὶ γὰρ ἀρχῆς ἐκοινώνησαν οἱ βασιλεῖς, καὶ πολιτείας τὰ γένη διὰ τὴν ἐπιγαμίαν ἐκείνην ἀπὸ δὲ τῶν Θησέως γάμων Ἀθηναίοις φιλικὸν μὲν οὐδὲν οὐδὲ κοινωνικὸν ὑπῆρξε πρὸς οὐδένα συμβόλαιον, ἔχθραι δὲ καὶ πόλεμοι καὶ φόνοι πολιτῶν καὶ τέλος Ἀφίδνας ἀπολέσαι καὶ μόλις ὑπʼ οἴκτου τῶν πολεμίων, προσκυνήσαντας καὶ θεοὺς ἀνειπόντας, μὴ παθεῖν ἃ Τρῶες ἔπαθον διʼ Ἀλέξανδρον.
6.5
ἡ μέντοι μήτηρ ἡ Θησέως οὐκ ἐκινδύνευσεν, ἀλλʼ ἔπαθε τὰ τῆς Ἑκάβης, ἐγκαταλιπόντος καὶ προεμένου τοῦ παιδός, εἴγε μὴ πέπλασται τὰ τῆς αἰχμαλωσίας, ὡς ἔδει γε καὶ τοῦτο ψεῦδος εἶναι καὶ τὰ πλεῖστα τῶν ἄλλων, ἐπεὶ καὶ τὰ περὶ τοῦ θείου μυθολογούμενα πολλὴν ποιεῖ διαφοράν. Ῥωμύλῳ μὲν γὰρ ἡ σωτηρία μετὰ πολλῆς ὑπῆρξε θεῶν εὐμενείας, ὁ δʼ Αἰγεῖ δοθεὶς χρησμός, ἀπέχεσθαι γυναικὸς ἐπὶ ξένης, ἔοικεν ἀποφαίνειν παρὰ γνώμην θεῶν γεγονέναι τὴν Θησέως τέκνωσιν.