Thesauros Literature biography Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις

Θησέως καὶ Ῥωμύλου σύγκρισις Plutarch
3.1 εἰ δὲ δεῖ καὶ τὰ δυστυχηθέντα μὴ παντάπασι ποιεῖσθαι δαίμονος, ἀλλʼ ἠθικὰς καὶ παθητικὰς ζητεῖν ἐν αὐτοῖς διαφοράς, θυμοῦ μὲν ἀλογίστου καὶ τάχος ἐχούσης ἄβουλον ὀργῆς μήτε τις ἐκεῖνον ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀπολυέτω μήτε τοῦτον ἐν τοῖς πρὸς τὸν υἱόν ἡ δὲ κινήσασα τὸν θυμὸν ἀρχὴ μᾶλλον παραιτεῖται τὸν ὑπὸ μείζονος αἰτίας ὥσπερ ὑπὸ πληγῆς χαλεπωτέρας ἀνατραπέντα.
3.2 Ῥωμύλῳ μὲν γὰρ ἐκ βουλῆς καὶ σκέψεως περὶ κοινῶν συμφερόντων διαφορᾶς γενομένης οὐκ ἄν ἠξίωσέ τις ἄφνω τὴν διάνοιαν ἐν τηλικούτῳ πάθει γενέσθαι· Θησέα δὲ πρὸς τὸν υἱόν, ἃ πάμπαν ὀλίγοι τῶν ὄντων διαπεφεύγασιν, ἔρως καὶ ζηλοτυπία καὶ διαβολαὶ γυναικὸς ἔσφηλαν. ὃ δὲ μεῖζόν ἐστιν, ὁ μὲν Ῥωμύλου θυμὸς εἰς ἔργον ἐξέπεσε καὶ πρᾶξιν οὐκ εὐτυχὲς ἔχουσαν τέλος, ἡ δὲ Θησέως ὀργὴ μέχρι λόγου καὶ βλασφημίας καὶ κατάρας πρεσβυτικῆς προῆλθε, τὰ δʼ ἄλλα φαίνεται τῇ τύχῃ χρήσασθαι τὸ μειράκιον. ὥστε ταύτας μὲν ἄν τις ἀποδοίη τῷ Θησεῖ τὰς ψήφους·
4.1 ἐκείνῳ δὲ πρῶτον μὲν ὑπάρχει μέγα τὸ μικροτάτας λαβεῖν ἀρχὰς ἐπὶ τὰ πράγματα. δοῦλοι γὰρ δὴ καὶ συφορβῶν παῖδες ὀνομαζόμενοι, πρὶν ἐλεύθεροι γενέσθαι, πάντας ὀλίγου δεῖν ἠλευθέρωσαν Λατίνους, ἑνὶ χρόνῳ τῶν καλλίστων ὀνομάτων ἅμα τυχόντες, φονεῖς ἐχθρῶν καὶ σωτῆρες οἰκείων καὶ βασιλεῖς ἐθνῶν καὶ οἰκισταὶ πόλεων, οὐ μετοικισταὶ, καθάπερ ἦν ὁ Θησεύς, ἐκ πολλῶν συντιθεὶς καὶ συνοικοδομῶν ἓν οἰκητήριον, ἀναιρῶν δὲ πολλὰς πόλεις ἐπωνύμους βασιλέων καὶ ἡρώων παλαιῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme