17.3
συνθεμένου δὲ τοῦ Τατίου, νύκτωρ ἀνοίξασα πύλην μίαν, ἐδέξατο τοὺς Σαβίνους. οὐ μόνος οὖν ὡς ἔοικεν Ἀντίγονος ἔφη προδιδόντας μὲν φιλεῖν, προδεδωκότας δὲ μισεῖν, οὐδὲ Καῖσαρ, εἰπὼν ἐπὶ τοῦ Θρᾳκὸς Ῥοιμητάλκου, φιλεῖν μὲν προδοσίαν, προδότην δὲ μισεῖν, ἀλλὰ κοινόν τι τοῦτο πάθος ἐστὶ πρὸς τοὺς πονηροὺς τοῖς δεομένοις αὐτῶν, ὥσπερ ἰοῦ καὶ χολῆς ἐνίων θηρίων δέονται· τὴν γὰρ χρείαν ὅτε λαμβάνουσιν ἀγαπῶντες, ἐχθαίρουσι τὴν κακίαν ὅταν τύχωσι.
17.4
τοῦτο καὶ πρὸς τὴν Ταρπηίαν τότε παθὼν ὁ Τάτιος, ἐκέλευσε μεμνημένους τῶν ὁμολογιῶν τοὺς Σαβίνους μηδενὸς αὐτῇ φθονεῖν ὧν ἐν ταῖς ἀριστεραῖς ἔχουσι, καὶ πρῶτος ἅμα τὸν βραχιονιστῆρα τῆς χειρὸς περιελὼν καὶ τὸν θυρεὸν ἐπέρριψε. πάντων δὲ τὸ αὐτὸ ποιούντων, βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς, ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν.