Thesauros Literature biography Ῥωμύλος

Ῥωμύλος

Ῥωμύλος Plutarch
2.1 ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας, (οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν, οἱ δʼ Ἀσκανίῳ τῷ Αἰνείοὐ, λέγουσι τοὔνομα θέσθαι τῇ πόλει· οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ Κίρκης, οἰκίσαι τὴν πόλιν· οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους. οὐ μὴν οὐδʼ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ].
2.2 οἱ μὲν γὰρ Αἰνείου καὶ Δεξιθέας τῆς Φόρβαντος υἱὸν ὄντα νήπιον εἰς Ἰταλίαν κομισθῆναι καὶ τὸν ἀδελφὸν αὐτοῦ Ῥῶμον· ἐν δὲ τῷ ποταμῷ πλημμύραντι τῶν ἄλλων σκαφῶν διαφθαρέντων, ἐν ᾧ δʼ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα, σωθένταςσωθέντας MSS., Coraës, Sintenis1, and Bekker: σωθέντος. ἀπροσδοκήτωςἀπροσδοκήτως after this word, Bekker assumes a lacuna in the text. ὄνομα θεῖναι Ῥώμην.
2.3 οἱ δὲ Ῥώμην, θυγατέρα τῆς Τρωάδος ἐκείνης, Λατίνῳ τῷ Τηλεμάχου γαμηθεῖσαν τεκεῖν τὸν Ῥωμύλον· οἱ δʼ Αἰμυλίαν τὴν Αἰνείου καὶ Λαβινίας, Ἄρει συγγενομένην. οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γάρ, Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ, φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme