Thesauros Literature biography Θησεύς

Θησεύς

Θησεύς Plutarch
16.3 καὶ γὰρ ὁ Μίνως ἀεὶ διετέλει κακῶς ἀκούων καὶ λοιδορούμενος ἐν τοῖς Ἀττικοῖς θεάτροις, καὶ οὔτε Ἡσίοδος αὐτὸν ὤνησε βασιλεύτατον οὔτε Ὅμηρος ὀαριστὴν Διὸς προσαγορεύσας, ἀλλʼ ἐπικρατήσαντες οἱ τραγικοὶ πολλὴν ἀπὸ τοῦ λογείου καὶ τῆς σκηνῆς ἀδοξίαν αὐτοῦ κατεσκέδασαν ὡς χαλεποῦ καὶ βιαίου γενομένου. καίτοι φασὶ τὸν μὲν Μίνω βασιλέα καὶ νομοθέτην, δικαστὴν δὲ τὸν Ῥαδάμανθυν εἶναι καὶ φύλακα τῶν ὡρισμένων ὑπʼ ἐκείνου δικαίων.
17.1 ἐπεὶ δʼ οὖν καθῆκεν ὁ χρόνος τοῦ τρίτου δασμοῦ, καὶ παρέχειν ἔδει τοὺς πατέρας ἐπὶ τὸν κλῆρον οἷς ἦσαν ἠΐθεοι παῖδες, αὖθις ἀνεφύοντο τῷ Αἰγεῖ διαβολαὶ πρὸς τοὺς πολίτας, ὀδυρομένους καὶ ἀγανακτοῦντας ὅτι πάντων αἴτιος ὢν ἐκεῖνος, οὐδὲν μέρος ἔχει τῆς κολάσεως μόνος, ἀλλʼ ἐπὶ νόθῳ καὶ ξένῳ παιδὶ τὴν ἀρχὴν πεποιημένος αὐτοὺς περιορᾷ γνησίων ἐρήμους καὶ ἄπαιδας ἀπολειπομένους.
17.2 ταῦτʼ ἠνία τὸν Θησέα, καὶ δικαιῶν μὴ ἀμελεῖν, ἀλλὰ κοινωνεῖν τῆς τύχης τοῖς πολίταις, ἐπέδωκεν ἑαυτὸν ἄνευ κλήρου προσελθών. καὶ τοῖς μὲν ἄλλοις τό τε φρόνημα θαυμαστὸν ἐφάνη καὶ τὸ δημοτικὸν ἠγάπησαν, ὁ δὲ Αἰγεύς, ἐπεὶ δεόμενος καὶ καθικετεύων ἀμετάπειστον ἑώρα καὶ ἀμετάτρεπτον, ἀπεκλήρωσε τοὺς ἄλλους παῖδας.
17.3 Ἑλλάνικος δέ φησιν οὐ τοὺς λαχόντας ἀπὸ κλήρου καὶ τὰς λαχούσας ἐκπέμπειν τὴν πόλιν, αὐτὸν δὲ τὸν Μίνω παραγινόμενον ἐκλέγεσθαι καὶ τὸν Θησέα πάντων ἑλέσθαι πρῶτον ἐπὶ τοῖς ὁρισθεῖσιν· ὡρισμένον δʼ εἶναι τὴν μὲν ναῦν Ἀθηναίους παρέχειν, ἐμβάντας δὲ πλεῖν σὺν αὐτῷ τοὺς ἠϊθέους μηδὲν ὅπλον ἀρήϊον ἐπιφερομένους, ἀπολομένου δὲ τοῦ Μινωταύρου πέρας ἔχειν τὴν ποινήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme