Book 1
14
Περὶ προσταττόντων καὶ ἀκουόντων Ὡσαύτως δὲ προστάττοντα καὶ ἀκούοντα λέγεται τμήματα τὰ κατʼ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ, ἢ καὶ ὁποτέρου, τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων. τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάττοντα καλεῖται, τὰ δʼ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατʼ ἐκεῖνο μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τοῦτο δὲ ἐλάττω.
15
Περὶ βλεπόντων καὶ ἰσοδυναμούντων Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθʼ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖσθαι. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τε τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ καταδύνει.